Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.375 Joseph. BJ 4.382 (English) >>Joseph. BJ 4.388

4.379 γε μὴν χρήματα δοὺς ἐξηφίετο καὶ μόνος ἦν μὴ διδοὺς προδότης, ὥστε κατελείπετο τῶν εὐπόρων τὴν φυγὴν ὠνουμένων

-- --

μόνους ἐναποσφάττεσθαι τοὺς πένητας. 4.380νεκροὶ δὲ κατὰ τὰς λεωφόρους πάσας ἐσωρεύοντο παμπληθεῖς, καὶ πολλοὶ τῶν ὁρμωμένων αὐτομολεῖν πάλιν τὴν ἔνδον ἀπώλειαν ᾑροῦντο· τὸν γὰρ ἐπὶ τῆς πατρίδος θάνατον ἐλπὶς ταφῆς ἐποίει δοκεῖν μετριώτερον. 4.381οἱ δὲ εἰς τοσοῦτον ὠμότητος ἐξώκειλαν, ὡς μήτε τοῖς ἔνδον ἀναιρουμένοις μήτε τοῖς ἀνὰ τὰς ὁδοὺς μεταδοῦναι γῆς, 4.382ἀλλὰ καθάπερ συνθήκας πεποιημένοι τοῖς τῆς πατρίδος συγκαταλῦσαι καὶ τοὺς τῆς φύσεως νόμους ἅμα τε τοῖς εἰς ἀνθρώπους ἀδικήμασιν συμμιᾶναι καὶ τὸ θεῖον, ὑφʼ ἡλίῳ τοὺς νεκροὺς μυδῶντας ἀπέλειπον. 4.383τοῖς δὲ θάπτουσί τινα τῶν προσηκόντων καὶ τοῖς αὐτομολοῦσιν ἐπιτίμιον θάνατος ἦν, καὶ δεῖσθαι παραχρῆμα ταφῆς ἔδει τὸν ἑτέρῳ χαριζόμενον. 4.384καθόλου τε εἰπεῖν, οὐδὲν οὕτως ἀπολώλει χρηστὸν πάθος ἐν ταῖς τότε συμφοραῖς ὡς ἔλεος· γὰρ ἐχρῆν οἰκτείρειν, ταῦτα παρώξυνε τοὺς ἀλιτηρίους, καὶ ἀπὸ μὲν τῶν ζώντων ἐπὶ τοὺς ἀνῃρημένους, ἀπὸ δὲ τῶν νεκρῶν ἐπὶ τοὺς ζῶντας τὰς ὀργὰς μετέφερον· 4.385καὶ διʼ ὑπερβολὴν δέους περιὼν τοὺς προληφθέντας ὡς ἀναπαυσαμένους ἐμακάριζεν οἵ τε ἐν τοῖς δεσμωτηρίοις αἰκιζόμενοι κατὰ σύγκρισιν καὶ τοὺς ἀτάφους ἀπέφαινον εὐδαίμονας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.375 Joseph. BJ 4.382 (English) >>Joseph. BJ 4.388

Powered by PhiloLogic